Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 9.16 Dem. 9.20 (English) >>Dem. 9.24

9.18τίσιν οὖν ὑμεῖς κινδυνεύσαιτʼ ἄν, εἴ τι γένοιτο; τῷ τὸν Ἑλλήσποντον ἀλλοτριωθῆναι, τῷ Μεγάρων καὶ τῆς Εὐβοίας τὸν πολεμοῦνθʼ ὑμῖν γενέσθαι κύριον, τῷ Πελοποννησίους τἀκείνου φρονῆσαι. εἶτα τὸν τοῦτο τὸ μηχάνημʼ ἐπὶ τὴν πόλιν ἱστάντα, τοῦτον εἰρήνην ἄγειν ἐγὼ φῶ πρὸς ὑμᾶς; 9.19πολλοῦ γε καὶ δεῖ, ἀλλʼ ἀφʼ ἧς ἡμέρας ἀνεῖλε Φωκέας, ἀπὸ ταύτης ἔγωγʼ αὐτὸν πολεμεῖν ὁρίζομαι. ὑμᾶς δʼ, ἐὰν ἀμύνησθʼ ἤδη, σωφρονήσειν φημί, ἐὰν δʼ ἐάσητε, οὐδὲ τοῦθʼ ὅταν βούλησθε δυνήσεσθαι ποιῆσαι. καὶ τοσοῦτόν γʼ ἀφέστηκα τῶν ἄλλων, ἄνδρες Ἀθηναῖοι, τῶν συμβουλευόντων, ὥστʼ οὐδὲ δοκεῖ μοι περὶ Χερρονήσου νῦν σκοπεῖν οὐδὲ Βυζαντίου, ἀλλʼ ἐπαμῦναι μὲν τούτοις, 9.20καὶ διατηρῆσαι μή τι πάθωσι, καὶ τοῖς οὖσιν ἐκεῖ νῦν στρατιώταις πάνθʼ ὅσων ἂν δέωνται ἀποστεῖλαι, βουλεύεσθαι μέντοι περὶ πάντων τῶν Ἑλλήνων ὡς ἐν κινδύνῳ μεγάλῳ καθεστώτων. βούλομαι δʼ εἰπεῖν πρὸς ὑμᾶς ἐξ ὧν ὑπὲρ τῶν πραγμάτων οὕτω φοβοῦμαι, ἵνʼ, εἰ μὲν ὀρθῶς λογίζομαι, μετάσχητε τῶν λογισμῶν καὶ πρόνοιάν τινʼ ὑμῶν γʼ αὐτῶν, εἰ μὴ καὶ τῶν ἄλλων ἄρα βούλεσθε, ποιήσησθε, ἂν δὲ ληρεῖν καὶ τετυφῶσθαι δοκῶ, μήτε νῦν μήτʼ αὖθις ὡς ὑγιαίνοντί μοι προσέχητε.

9.21ὅτι μὲν δὴ μέγας ἐκ μικροῦ καὶ ταπεινοῦ τὸ κατʼ ἀρχὰς Φίλιππος ηὔξηται, καὶ ἀπίστως καὶ στασιαστικῶς ἔχουσι πρὸς αὑτοὺς οἱ Ἕλληνες, καὶ ὅτι πολλῷ παραδοξότερον ἦν τοσοῦτον αὐτὸν ἐξ ἐκείνου γενέσθαι νῦν, ὅθʼ οὕτω πολλὰ προείληφε, καὶ τὰ λοιπὰ ὑφʼ αὑτῷ ποιήσασθαι, καὶ πάνθʼ ὅσα τοιαῦτʼ ἂν ἔχοιμι διεξελθεῖν, παραλείψω.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 9.16 Dem. 9.20 (English) >>Dem. 9.24

Powered by PhiloLogic